Step 1 of 6 · Read it through once
Book 2 · lines 858–873
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
858Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
859ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
860ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
861ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
862Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
863τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
864Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
865υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
866οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
867Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
868οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον
869Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·
870τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
871Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
872ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη
873νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,