Step 1 of 6 · Read it through once
Book 3 · section 5
Passage 1 of 9 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ὄντος δὴ βουλητοῦ μὲν τοῦ τέλους, βουλευτῶν δὲ καὶ προαιρετῶν τῶν πρὸς τὸ τέλος, αἱ περὶ ταῦτα πράξεις κατὰ προαίρεσιν ἂν εἶεν καὶ ἑκούσιοι. αἱ δὲ τῶν ἀρετῶν ἐνέργειαι περὶ ταῦτα. ἐφʼ ἡμῖν δὴ καὶ ἡ ἀρετή, ὁμοίως δὲ καὶ ἡ κακία. ἐν οἷς γὰρ ἐφʼ ἡμῖν τὸ πράττειν, καὶ τὸ μὴ πράττειν, καὶ ἐν οἷς τὸ μή, καὶ τὸ ναί· ὥστʼ εἰ τὸ πράττειν καλὸν ὂν ἐφʼ ἡμῖν ἐστί, καὶ τὸ μὴ πράττειν ἐφʼ ἡμῖν ἔσται αἰσχρὸν ὄν, καὶ εἰ τὸ μὴ πράττειν καλὸν ὂν ἐφʼ ἡμῖν, καὶ τὸ πράττειν αἰσχρὸν ὂν ἐφʼ ἡμῖν. εἰ δʼ ἐφʼ ἡμῖν τὰ καλὰ πράττειν καὶ τὰ αἰσχρά, ὁμοίως δὲ καὶ τὸ μὴ πράττειν, τοῦτο δʼ ἦν τὸ ἀγαθοῖς καὶ κακοῖς εἶναι, ἐφʼ ἡμῖν ἄρα τὸ ἐπιεικέσι καὶ φαύλοις εἶναι.