Step 1 of 6 · Read it through once
Book 1 · section 7
Passage 1 of 9 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
πάλιν δʼ ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον ἀγαθόν, τί ποτʼ ἂν εἴη. φαίνεται μὲν γὰρ ἄλλο ἐν ἄλλῃ πράξει καὶ τέχνῃ· ἄλλο γὰρ ἐν ἰατρικῇ καὶ στρατηγικῇ καὶ ταῖς λοιπαῖς ὁμοίως. τί οὖν ἑκάστης τἀγαθόν; ἢ οὗ χάριν τὰ λοιπὰ πράττεται; τοῦτο δʼ ἐν ἰατρικῇ μὲν ὑγίεια, ἐν στρατηγικῇ δὲ νίκη, ἐν οἰκοδομικῇ δʼ οἰκία, ἐν ἄλλῳ δʼ ἄλλο, ἐν ἁπάσῃ δὲ πράξει καὶ προαιρέσει τὸ τέλος· τούτου γὰρ ἕνεκα τὰ λοιπὰ πράττουσι πάντες. ὥστʼ εἴ τι τῶν πρακτῶν ἁπάντων ἐστὶ τέλος, τοῦτʼ ἂν εἴη τὸ πρακτὸν ἀγαθόν, εἰ δὲ πλείω, ταῦτα. μεταβαίνων δὴ ὁ λόγος εἰς ταὐτὸν ἀφῖκται· τοῦτο δʼ ἔτι μᾶλλον διασαφῆσαι πειρατέον.