Step 1 of 6 · Read it through once
Book 8 · section 8
Passage 1 of 4 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
οἱ πολλοὶ δὲ δοκοῦσι διὰ φιλοτιμίαν βούλεσθαι φιλεῖσθαι μᾶλλον ἢ φιλεῖν· διὸ φιλοκόλακες οἱ πολλοί· ὑπερεχόμενος γὰρ φίλος ὁ κόλαξ, ἢ προσποιεῖται τοιοῦτος καὶ μᾶλλον φιλεῖν ἢ φιλεῖσθαι· τὸ δὲ φιλεῖσθαι ἐγγὺς εἶναι δοκεῖ τοῦ τιμᾶσθαι, οὗ δὴ οἱ πολλοὶ ἐφίενται. οὐ διʼ αὑτὸ δʼ ἐοίκασιν αἱρεῖσθαι τὴν τιμήν, ἀλλὰ κατὰ συμβεβηκός· χαίρουσι γὰρ οἱ μὲν πολλοὶ ὑπὸ τῶν ἐν ταῖς ἐξουσίαις τιμώμενοι διὰ τὴν ἐλπίδα (οἴονται γὰρ τεύξεσθαι παρʼ αὐτῶν, ἄν του δέωνται· ὡς δὴ σημείῳ τῆς εὐπαθείας χαίρουσι τῇ τιμῇ)· οἱ δʼ ὑπὸ τῶν ἐπιεικῶν καὶ εἰδότων ὀρεγόμενοι τιμῆς βεβαιῶσαι τὴν οἰκείαν δόξαν ἐφίενται περὶ αὑτῶν· χαίρουσι δή, ὅτι εἰσὶν ἀγαθοὶ πιστεύοντες τῇ τῶν λεγόντων κρίσει.