Step 1 of 6 · Read it through once
Book 8 · section 9
Passage 1 of 4 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, περὶ ταὐτὰ καὶ ἐν τοῖς αὐτοῖς εἶναι ἥ τε φιλία καὶ τὸ δίκαιον. ἐν ἁπάσῃ γὰρ κοινωνίᾳ δοκεῖ τι δίκαιον εἶναι, καὶ φιλία δέ· προσαγορεύουσι γοῦν ὡς φίλους τοὺς σύμπλους καὶ τοὺς συστρατιώτας, ὁμοίως δὲ καὶ τοὺς ἐν ταῖς ἄλλαις κοινωνίαις. καθʼ ὅσον δὲ κοινωνοῦσιν, ἐπὶ τοσοῦτόν ἐστι φιλία· καὶ γὰρ τὸ δίκαιον. καὶ ἡ παροιμία κοινὰ τὰ φίλων, ὀρθῶς· ἐν κοινωνίᾳ γὰρ ἡ φιλία. ἔστι δʼ ἀδελφοῖς μὲν καὶ ἑταίροις πάντα κοινά, τοῖς δʼ ἄλλοις ἀφωρισμένα, καὶ τοῖς μὲν πλείω τοῖς δʼ ἐλάττω· καὶ γὰρ τῶν φιλιῶν αἳ μὲν μᾶλλον αἳ δʼ ἧττον.