Step 1 of 6 · Read it through once
Book 139
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
καὶ τὸ μὲν δὴ πρὸ τοῦ πολεμεῖν φανερῶς συναγωνίζεσθαι Φιλίππῳ δεινὸν μέν, ὦ γῆ καὶ θεοί, πῶς γὰρ οὔ; κατὰ τῆς πατρίδος· δότε δʼ, εἰ βούλεσθε, δότʼ αὐτῷ τοῦτο. ἀλλʼ ἐπειδὴ φανερῶς ἤδη τὰ πλοῖʼ ἐσεσύλητο, Χερρόνησος ἐπορθεῖτο, ἐπὶ τὴν Ἀττικὴν ἐπορεύεθʼ ἅνθρωπος, οὐκέτʼ ἐν ἀμφισβητησίμῳ τὰ πράγματʼ ἦν, ἀλλʼ ἐνειστήκει πόλεμος, ὅ τι μὲν πώποτʼ ἔπραξʼ ὑπὲρ ὑμῶν ὁ βάσκανος οὗτος ἰαμβειοφάγος, οὐκ ἂν ἔχοι δεῖξαι, οὐδʼ ἔστιν οὔτε μεῖζον οὔτʼ ἔλαττον ψήφισμʼ οὐδὲν Αἰσχίνῃ περὶ τῶν συμφερόντων τῇ πόλει. εἰ δέ φησι, νῦν δειξάτω ἐν τῷ ἐμῷ ὕδατι. ἀλλʼ οὐκ ἔστιν οὐδέν.