Step 1 of 6 · Read it through once
Book 9 · section 12
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
οἳ μὲν δὴ ἐς τὸν Ἰσθμὸν ἠπείγοντο· Ἀργεῖοι δὲ ἐπείτε τάχιστα ἐπύθοντο τοὺς μετὰ Παυσανίεω ἐξεληλυθότας ἐκ Σπάρτης, πέμπουσι κήρυκα τῶν ἡμεροδρόμων ἀνευρόντες τὸν ἄριστον ἐς τὴν Ἀττικήν, πρότερον αὐτοὶ Μαρδονίῳ ὑποδεξάμενοι σχήσειν τὸν Σπαρτιήτην μὴ ἐξιέναι· ὃς ἐπείτε ἀπίκετο ἐς τὰς Ἀθήνας ἔλεγε τάδε. Μαρδόνιε, ἔπεμψάν με Ἀργεῖοι φράσοντά τοι ὅτι ἐκ Λακεδαίμονος ἐξελήλυθε ἡ νεότης, καὶ ὡς οὐ δυνατοὶ αὐτὴν ἔχειν εἰσὶ Ἀργεῖοι μὴ οὐκ ἐξιέναι. πρὸς ταῦτα τύγχανε εὖ βουλευόμενος.