Step 1 of 6 · Read it through once
Book 9 · section 45
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
οἳ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, αὐτίκα εἵποντο ἐς τὰς φυλακάς· ἀπικομένοισι δὲ ἔλεγε Ἀλέξανδρος τάδε. ἄνδρες Ἀθηναῖοι, παραθήκην ὑμῖν τὰ ἔπεα τάδε τίθεμαι, ἀπόρρητα ποιεύμενος πρὸς μηδένα λέγειν ὑμέας ἄλλον ἢ Παυσανίην, μή με καὶ διαφθείρητε· οὐ γὰρ ἂν ἔλεγον, εἰ μὴ μεγάλως ἐκηδόμην συναπάσης τῆς Ἑλλάδος. αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον καὶ ἀντʼ ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα. λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ δύναται καταθύμια γενέσθαι· πάλαι γὰρ ἂν ἐμάχεσθε. νῦν δέ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν, ἅμʼ ἡμέρῃ δὲ διαφωσκούσῃ συμβολὴν ποιέεσθαι· καταρρώδηκε γὰρ μὴ πλεῦνες συλλεχθῆτε, ὡς ἐγὼ εἰκάζω. πρὸς ταῦτα ἑτοιμάζεσθε.