Step 1 of 6 · Read it through once
Book 9 · section 91
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ὡς δὲ πολλὸς ἦν λισσόμενος ὁ ξεῖνος ὁ Σάμιος, εἴρετο Λευτυχίδης, εἴτε κληδόνος εἵνεκεν θέλων πυθέσθαι εἴτε καὶ κατὰ συντυχίην θεοῦ ποιεῦντος, ὦ ξεῖνε Σάμιε, τί τοι τὸ οὔνομα; ὁ δὲ εἶπε Ἡγησίστρατος. ὁ δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον, εἴ τινα ὅρμητο λέγειν ὁ Ἡγησίστρατος, εἶπε δέκομαι τὸν οἰωνὸν τὸν Ἡγησιστράτου, ὦ ξεῖνε Σάμιε. σὺ δὲ ἡμῖν ποίεε ὅκως αὐτός τε δοὺς πίστιν ἀποπλεύσεαι καὶ οἱ σὺν σοὶ ἐόντες οἵδε, ἦ μὲν Σαμίους ἡμῖν προθύμους ἔσεσθαι συμμάχους.