Step 1 of 6 · Read it through once
Book 9 · section 119
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
Ὀιόβαζον μέν νυν ἐκφεύγοντα ἐς τὴν Θρηίκην Θρήικες Ἀψίνθιοι λαβόντες ἔθυσαν Πλειστώρῳ ἐπιχωρίῳ θεῷ τρόπῳ τῷ σφετέρῳ, τοὺς δὲ μετʼ ἐκείνου ἄλλῳ τρόπῳ ἐφόνευσαν. οἱ δὲ ἀμφὶ τὸν Ἀρταΰκτην ὕστεροι ὁρμηθέντες φεύγειν, καὶ ὡς κατελαμβάνοντο ὀλίγον ἐόντες ὑπὲρ Αἰγὸς ποταμῶν, ἀλεξόμενοι χρόνον ἐπὶ συχνὸν οἳ μὲν ἀπέθανον οἳ δὲ ζῶντες ἐλάμφθησαν. καὶ συνδήσαντες σφέας οἱ Ἕλληνες ἦγον ἐς Σηστόν, μετʼ αὐτῶν δὲ καὶ Ἀρταΰκτην δεδεμένον αὐτόν τε καὶ τὸν παῖδα αὐτοῦ.