Step 1 of 6 · Read it through once
Book 4 · section 134
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
Πέρσῃσι δὲ μετὰ τὰ δῶρα ἐλθόντα Δαρείῳ ἀντετάχθησαν οἱ ὑπολειφθέντες Σκύθαι πεζῷ καὶ ἵπποισι ὡς συμβαλέοντες. τεταγμένοισι δὲ τοῖσι Σκύθῃσι λαγὸς ἐς τὸ μέσον διήιξε. τῶν δὲ ὡς ἕκαστοι ὥρων τὸν λαγὸν ἐδίωκον. ταραχθέντων δὲ τῶν Σκυθέων καὶ βοῇ χρεωμένων, εἴρετο ὁ Δαρεῖος τῶν ἀντιπολεμίων τὸν θόρυβον· πυθόμενος δὲ σφέας τὸν λαγὸν διώκοντας, εἶπε ἄρα πρὸς τούς περ ἐώθεε καὶ τὰ ἄλλα λέγειν οὗτοι ὧνδρες ἡμέων πολλὸν καταφρονέουσι, καί μοι νῦν φαίνεται Γοβρύης εἶπαι περὶ τῶν Σκυθικῶν δώρων ὀρθῶς. ὡς ὦν οὕτω ἤδη δοκεόντων καὶ αὐτῷ μοι ἔχειν, βουλῆς ἀγαθῆς δεῖ, ὅκως ἀσφαλέως ἡ κομιδὴ ἡμῖν ἔσται τὸ ὀπίσω.