Step 1 of 6 · Read it through once
Book 5 · section 52
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε· σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται, διὰ οἰκεομένης τε ἡ ὁδὸς ἅπασα καὶ ἀσφαλέος. διὰ μέν γε Λυδίης καὶ Φρυγίης σταθμοὶ τείνοντες εἴκοσι εἰσί, παρασάγγαι δὲ τέσσερες καὶ ἐνενήκοντα καὶ ἥμισυ. ἐκδέκεται δὲ ἐκ τῆς Φρυγίης ὁ Ἅλυς ποταμός, ἐπʼ ᾧ πύλαι τε ἔπεισι, τὰς διεξελάσαι πᾶσα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν, καὶ φυλακτήριον μέγα ἐπʼ αὐτῷ. διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ μέχρι οὔρων τῶν Κιλικίων σταθμοὶ δυῶν δέοντες εἰσὶ τριήκοντα, παρασάγγαι δὲ τέσσερες καὶ ἑκατόν. ἐπὶ δὲ τοῖσι τούτων οὔροισι διξάς τε πύλας διεξελᾷς καὶ διξὰ φυλακτήρια παραμείψεαι.