Step 1 of 6 · Read it through once
Book 5 · section 56
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ἡ μέν νυν ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου ἦν ἥδε· ἐν τῇ προτέρῃ νυκτὶ τῶν Παναθηναίων ἐδόκεε ὁ Ἵππαρχος ἄνδρα οἱ ἐπιστάντα μέγαν καὶ εὐειδέα αἰνίσσεσθαι τάδε τὰ ἔπεα. τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷ· οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει. ταῦτα δέ, ὡς ἡμέρη ἐγένετο τάχιστα, φανερὸς ἦν ὑπερτιθέμενος ὀνειροπόλοισι· μετὰ δὲ ἀπειπάμενος τὴν ὄψιν ἔπεμπε τὴν πομπήν, ἐν τῇ δὴ τελευτᾷ.