Step 1 of 6 · Read it through once
Section 991
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
οἱ μὲν δὴ Μιλήσιοι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο ὡς ἀπεστερημένοι τῶν χρημάτων, Γλαῦκος δὲ ἐπορεύετο ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ. ἐπειρωτῶντα δὲ αὐτὸν τὸ χρηστήριον εἰ ὅρκῳ τὰ χρήματα ληίσηται, ἡ Πυθίη μετέρχεται τοῖσιδε τοῖσι ἔπεσι. γλαῦκʼ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτω ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι. ὄμνυ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα. ἀλλʼ ὅρκου πάις ἐστίν, ἀνώνυμος, οὐδʼ ἔπι χεῖρες οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα. ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.