Step 1 of 6 · Read it through once
Book 9 · lines 318–332
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
318ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
319Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
320χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
321αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
322ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
323φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·
324τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
325τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
326καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·
327οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς
328ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
329καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
330ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
331αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
332ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας