Step 1 of 6 · Read it through once
Book 9 · lines 500–515
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
500ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
501ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·
502Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
503ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
504φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,
505υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
506ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
507ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.
508ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
509Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο
510καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·
511ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,
512χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.
513ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
514ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·
515νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς