Step 1 of 6 · Read it through once
Book 9 · lines 536–550
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
536ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.
537αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
538ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
539κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
540τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
541ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
542τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
543ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι
544νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι
545ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
546νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
547ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
548μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
549δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
550ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι