Step 1 of 6 · Read it through once
Book 11 · lines 486–500
Passage 1 of 4 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
486ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
487μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
488βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
489ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
490ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
491ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
492ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
493εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
494ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
495ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
496οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
497οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
498τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
499πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
500εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·