Step 1 of 6 · Read it through once
Book 11 · lines 567–581
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
567ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
568χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
569ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
570ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
571τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα
572θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
573τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
574χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
575καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
576κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,
577γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
578δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
579Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
580Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
581καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα