Step 1 of 6 · Read it through once
Book 16 · lines 90–104
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
90τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
91ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
92ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
93οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
94ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
95εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
96ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
97ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
98μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
99αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
100ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·
101αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
102εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
103ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
104εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,