Step 1 of 6 · Read it through once
Book 6 · lines 288–302
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
288ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
289πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
290δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
291αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
292ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
293τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
294ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
295ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
296αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
297καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
298δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
299ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
300νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
301δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
302ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,