Step 1 of 6 · Read it through once
Book 7 · lines 77–91
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
77ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
78πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
79ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
80δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
81Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
82ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
83ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
84δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
85χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
86ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
87χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
88σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
89ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
90χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
91οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι