Step 1 of 6 · Read it through once
Book 7 · lines 107–121
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
107ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
108νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
109ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
110ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
111ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
112τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
113ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
114ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
115συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
116τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
117χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ
118Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
119ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,
120αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
121ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,