Step 1 of 6 · Read it through once
Book 7 · lines 152–166
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
152ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν
153πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
154ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
155ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
156καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
157ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
158Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
159ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
160οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
161ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
162εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
163οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
164σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
165δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
166αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,