Step 1 of 6 · Read it through once
Book 7 · lines 198–212
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
198εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
199ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
200αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
201ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
202δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
203εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
204οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
205ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
206τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
207Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
208ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
209οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
210οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν
211ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
212καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,