Step 1 of 6 · Read it through once
Book 9 · lines 1–15
Passage 1 of 4 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
1τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
2Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
3ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
4τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
5οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
6ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
7δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
8ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
9σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
10οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
11τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
12σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
13εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
14τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
15κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.