Step 1 of 6 · Read it through once
Book 9 · lines 47–61
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
47τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
48οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
49ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
50ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
51ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
52ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
53ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
54στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
55βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
56ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
57τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
58ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
59καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
60ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
61ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.