Step 1 of 6 · Read it through once
Book 9 · lines 193–208
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
193δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
194αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
195αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους
196βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
197ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Ἐυάνθεος υἱός,
198ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
199οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ
200ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
201Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
202χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,
203δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
204οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
205ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν
206ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,
207ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
208τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,