Step 1 of 6 · Read it through once
Book 9 · lines 231–245
Passage 1 of 4 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
231ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
232τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
233ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος
234ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
235ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·
236ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
237αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
238πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,
239ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
240αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
241ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι
242ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·
243τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
244ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
245πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.