Step 1 of 6 · Read it through once
Section 183
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
μᾶλλον δέ γέ που, ὦ Σιμμία , κατὰ τὸν ὀρθὸν λόγον κακίας οὐδεμία ψυχὴ μεθέξει, εἴπερ ἁρμονία ἐστίν· ἁρμονία γὰρ δήπου παντελῶς αὐτὸ τοῦτο οὖσα, ἁρμονία, ἀναρμοστίας οὔποτ’ ἂν μετάσχοι. οὐ μέντοι. οὐδέ γε δήπου ψυχή, οὖσα παντελῶς ψυχή, κακίας. πῶς γὰρ ἔκ γε τῶν προειρημένων; ἐκ τούτου ἄρα τοῦ λόγου ἡμῖν πᾶσαι ψυχαὶ πάντων ζῴων ὁμοίως ἀγαθαὶ ἔσονται, εἴπερ ὁμοίως ψυχαὶ πεφύκασιν αὐτὸ τοῦτο, ψυχαί, εἶναι. ἔμοιγε δοκεῖ, ἔφη, ὦ Σώκρατες . ἦ καὶ καλῶς δοκεῖ, ἦ δ’ ὅς, οὕτω λέγεσθαι, καὶ πάσχειν