Step 1 of 6 · Read it through once
Section 230
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
αὐτὰ δ’ ἐκεῖνα οὐκ ἄν ποτέ φαμεν ἐθελῆσαι γένεσιν ἀλλήλων δέξασθαι. καὶ ἅμα βλέψας πρὸς τὸν Κέβητα εἶπεν, ἆρα μή που, ὦ Κέβης , ἔφη, καὶ σέ τι τούτων ἐτάραξεν ὧν ὅδε εἶπεν; οὐδ’ αὖ, ἔφη ὁ Κέβης , οὕτως ἔχω· καίτοι οὔτι λέγω ὡς οὐ πολλά με ταράττει. συνωμολογήκαμεν ἄρα, ἦ δ’ ὅς, ἁπλῶς τοῦτο, μηδέποτε ἐναντίον ἑαυτῷ τὸ ἐναντίον ἔσεσθαι. παντάπασιν, ἔφη. ἔτι δή μοι καὶ τόδε σκέψαι, ἔφη, εἰ ἄρα συνομολογήσεις. θερμόν τι καλεῖς καὶ ψυχρόν; ἔγωγε. ἆρ’ ὅπερ χιόνα καὶ πῦρ;