Step 1 of 6 · Read it through once
Section 235
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ἀπολλύμενα ἢ ὑπεκχωροῦντα. ἢ οὐ φήσομεν τὰ τρία καὶ ἀπολεῖσθαι πρότερον καὶ ἄλλο ὁτιοῦν πείσεσθαι, πρὶν ὑπομεῖναι ἔτι τρία ὄντα ἄρτια γενέσθαι; πάνυ μὲν οὖν, ἔφη ὁ Κέβης . οὐδὲ μήν, ἦ δ’ ὅς, ἐναντίον γέ ἐστι δυὰς τριάδι. οὐ γὰρ οὖν. οὐκ ἄρα μόνον τὰ εἴδη τὰ ἐναντία οὐχ ὑπομένει ἐπιόντα ἄλληλα, ἀλλὰ καὶ ἄλλ’ ἄττα τὰ ἐναντία οὐχ ὑπομένει ἐπιόντα. ἀληθέστατα, ἔφη, λέγεις. βούλει οὖν, ἦ δ’ ὅς, ἐὰν οἷοί τ’ ὦμεν, ὁρισώμεθα ὁποῖα ταῦτά ἐστιν; πάνυ γε.