Step 1 of 6 · Read it through once
Section 71
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ἐκ τοῦ ἐγρηγορέναι τὸ καθεύδειν, καὶ τὰς γενέσεις αὐτοῖν τὴν μὲν καταδαρθάνειν εἶναι, τὴν δ’ ἀνεγείρεσθαι. ἱκανῶς σοι, ἔφη, ἢ οὔ; πάνυ μὲν οὖν. λέγε δή μοι καὶ σύ, ἔφη, οὕτω περὶ ζωῆς καὶ θανάτου. οὐκ ἐναντίον μὲν φῂς τῷ ζῆν τὸ τεθνάναι εἶναι; ἔγωγε. γίγνεσθαι δὲ ἐξ ἀλλήλων; ναί. ἐξ οὖν τοῦ ζῶντος τί τὸ γιγνόμενον; τὸ τεθνηκός, ἔφη. τί δέ, ἦ δ’ ὅς, ἐκ τοῦ τεθνεῶτος; ἀναγκαῖον, ἔφη, ὁμολογεῖν ὅτι τὸ ζῶν. ἐκ τῶν τεθνεώτων ἄρα, ὦ Κέβης , τὰ ζῶντά τε καὶ οἱ ζῶντες γίγνονται;