Step 1 of 6 · Read it through once
Section 130
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ΠΩΛ. ἄτοπά γε, ὦ Σώκρατες, ἐπιχειρεῖς λέγειν. ΣΩ. πειράσομαι δέ γε καὶ σὲ ποιῆσαι, ὦ ἑταῖρε, ταὐτὰ ἐμοὶ λέγειν· φίλον γάρ σε ἡγοῦμαι. νῦν μὲν οὖν ἃ διαφερόμεθα ταῦτʼ ἐστιν· σκόπει δὲ καὶ σύ. εἶπον ἐγώ που ἐν τοῖς ἔμπροσθεν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον εἶναι. ΠΩΛ. πάνυ γε. ΣΩ. σὺ δὲ τὸ ἀδικεῖσθαι. ΠΩΛ. ναί. ΣΩ. καὶ τοὺς ἀδικοῦντας ἀθλίους ἔφην εἶναι ἐγώ, καὶ ἐξηλέγχθην ὑπὸ σοῦ. ΠΩΛ. ναὶ μὰ Δία.