Step 1 of 6 · Read it through once
Section 136
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
πολλοῖς οὐδὲ διαλέγομαι. ὅρα οὖν εἰ ἐθελήσεις ἐν τῷ μέρει διδόναι ἔλεγχον ἀποκρινόμενος τὰ ἐρωτώμενα. ἐγὼ γὰρ δὴ οἶμαι καὶ ἐμὲ καὶ σὲ καὶ τοὺς ἄλλους ἀνθρώπους τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον ἡγεῖσθαι καὶ τὸ μὴ διδόναι δίκην τοῦ διδόναι. ΠΩΛ. ἐγὼ δέ γε οὔτʼ ἐμὲ οὔτʼ ἄλλον ἀνθρώπων οὐδένα. ἐπεὶ σὺ δέξαιʼ ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν; ΣΩ. καὶ σύ γʼ ἂν καὶ οἱ ἄλλοι πάντες. ΠΩΛ. πολλοῦ γε δεῖ, ἀλλʼ οὔτʼ ἐγὼ οὔτε σὺ οὔτʼ ἄλλος οὐδείς.