Step 1 of 6 · Read it through once
Section 144
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
φάθι ἢ μὴ ἃ ἐρωτῶ. ΠΩΛ. ἀλλʼ οὐκ ἂν δεξαίμην, ὦ Σώκρατες. ΣΩ. ἄλλος δέ τις ἀνθρώπων; ΠΩΛ. οὔ μοι δοκεῖ κατά γε τοῦτον τὸν λόγον. ΣΩ. ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, ὅτι οὔτʼ ἂν ἐγὼ οὔτʼ ἂν σὺ οὔτʼ ἄλλος οὐδεὶς ἀνθρώπων δέξαιτʼ ἂν μᾶλλον ἀδικεῖν ἢ ἀδικεῖσθαι· κάκιον γὰρ τυγχάνει ὄν. ΠΩΛ. φαίνεται. ΣΩ. ὁρᾷς οὖν, ὦ Πῶλε, ὁ ἔλεγχος παρὰ τὸν ἔλεγχον παραβαλλόμενος ὅτι οὐδὲν ἔοικεν, ἀλλὰ σοὶ μὲν οἱ ἄλλοι πάντες ὁμολογοῦσιν πλὴν ἐμοῦ, ἐμοὶ δὲ σὺ ἐξαρκεῖς εἷς ὢν