Step 1 of 6 · Read it through once
Section 223
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
προσήκει τῶν πόλεων ἄρχειν, καὶ τὸ δίκαιον τοῦτʼ ἐστίν, πλέον ἔχειν τούτους τῶν ἄλλων, τοὺς ἄρχοντας τῶν ἀρχομένων. ΣΩ. τί δέ; αὑτῶν, ὦ ἑταῖρε, τί; ἦ τι ἄρχοντας ἢ ἀρχομένους; ΚΑΛ. πῶς λέγεις; ΣΩ. ἕνα ἕκαστον λέγω αὐτὸν ἑαυτοῦ ἄρχοντα· ἢ τοῦτο μὲν οὐδὲν δεῖ, αὐτὸν ἑαυτοῦ ἄρχειν, τῶν δὲ ἄλλων; ΚΑΛ. πῶς ἑαυτοῦ ἄρχοντα λέγεις; ΣΩ. οὐδὲν ποικίλον ἀλλʼ ὥσπερ οἱ πολλοί, σώφρονα ὄντα καὶ ἐγκρατῆ αὐτὸν ἑαυτοῦ, τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν