Step 1 of 6 · Read it through once
Section 254
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ὁμολογεῖσθαι· ἄθρει δέ) τοὺς ἀγαθοὺς οὐχὶ ἀγαθῶν παρουσίᾳ ἀγαθοὺς καλεῖς, ὥσπερ τοὺς καλοὺς οἷς ἂν κάλλος παρῇ; ΚΑΛ. ἔγωγε. ΣΩ. τί δέ; ἀγαθοὺς ἄνδρας καλεῖς ἄφρονας καὶ δειλούς; οὐ γὰρ ἄρτι γε, ἀλλὰ τοὺς ἀνδρείους καὶ φρονίμους ἔλεγες· ἢ οὐ τούτους ἀγαθοὺς καλεῖς; ΚΑΛ. πάνυ μὲν οὖν. ΣΩ. τί δέ; παῖδα ἀνόητον χαίροντα ἤδη εἶδες; ΚΑΛ. ἔγωγε. ΣΩ. ἄνδρα δὲ οὔπω εἶδες ἀνόητον χαίροντα; ΚΑΛ. οἶμαι ἔγωγε· ἀλλὰ τί τοῦτο;