Step 1 of 6 · Read it through once
Section 259
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ΣΩ. κακῶν δέ γε παρουσίᾳ φῂς σὺ εἶναι κακοὺς τοὺς κακούς· ἢ οὐκέτι φῄς; ΚΑΛ. ἔγωγε. ΣΩ. ἀγαθοὶ ἄρα οἳ ἂν χαίρωσι, κακοὶ δὲ οἳ ἂν ἀνιῶνται; ΚΑΛ. πάνυ γε. ΣΩ. οἳ μέν γε μᾶλλον μᾶλλον, οἳ δʼ ἧττον ἧττον, οἳ δὲ παραπλησίως παραπλησίως; ΚΑΛ. ναί. ΣΩ. οὐκοῦν φῂς παραπλησίως χαίρειν καὶ λυπεῖσθαι τοὺς φρονίμους καὶ τοὺς ἄφρονας καὶ τοὺς δειλοὺς καὶ τοὺς ἀνδρείους, ἢ καὶ μᾶλλον ἔτι τοὺς δειλούς; ΚΑΛ. ἔγωγε. ΣΩ. συλλόγισαι δὴ κοινῇ μετʼ ἐμοῦ τί ἡμῖν συμβαίνει ἐκ τῶν ὡμολογημένων· καὶ δὶς γάρ τοι καὶ τρίς φασιν καλὸν